Citation for this page in APA citation style.           Close


Philosophers

Mortimer Adler
Rogers Albritton
Alexander of Aphrodisias
Samuel Alexander
William Alston
Anaximander
G.E.M.Anscombe
Anselm
Louise Antony
Thomas Aquinas
Aristotle
David Armstrong
Harald Atmanspacher
Robert Audi
Augustine
J.L.Austin
A.J.Ayer
Alexander Bain
Mark Balaguer
Jeffrey Barrett
William Belsham
Henri Bergson
George Berkeley
Isaiah Berlin
Richard J. Bernstein
Bernard Berofsky
Robert Bishop
Max Black
Susanne Bobzien
Emil du Bois-Reymond
Hilary Bok
Laurence BonJour
George Boole
Émile Boutroux
F.H.Bradley
C.D.Broad
Michael Burke
C.A.Campbell
Joseph Keim Campbell
Rudolf Carnap
Carneades
Ernst Cassirer
David Chalmers
Roderick Chisholm
Chrysippus
Cicero
Randolph Clarke
Samuel Clarke
Anthony Collins
Antonella Corradini
Diodorus Cronus
Jonathan Dancy
Donald Davidson
Mario De Caro
Democritus
Daniel Dennett
Jacques Derrida
René Descartes
Richard Double
Fred Dretske
John Dupré
John Earman
Laura Waddell Ekstrom
Epictetus
Epicurus
Herbert Feigl
John Martin Fischer
Owen Flanagan
Luciano Floridi
Philippa Foot
Alfred Fouilleé
Harry Frankfurt
Richard L. Franklin
Michael Frede
Gottlob Frege
Peter Geach
Edmund Gettier
Carl Ginet
Alvin Goldman
Gorgias
Nicholas St. John Green
H.Paul Grice
Ian Hacking
Ishtiyaque Haji
Stuart Hampshire
W.F.R.Hardie
Sam Harris
William Hasker
R.M.Hare
Georg W.F. Hegel
Martin Heidegger
Heraclitus
R.E.Hobart
Thomas Hobbes
David Hodgson
Shadsworth Hodgson
Baron d'Holbach
Ted Honderich
Pamela Huby
David Hume
Ferenc Huoranszki
William James
Lord Kames
Robert Kane
Immanuel Kant
Tomis Kapitan
Jaegwon Kim
William King
Hilary Kornblith
Christine Korsgaard
Saul Kripke
Andrea Lavazza
Keith Lehrer
Gottfried Leibniz
Leucippus
Michael Levin
George Henry Lewes
C.I.Lewis
David Lewis
Peter Lipton
C. Lloyd Morgan
John Locke
Michael Lockwood
E. Jonathan Lowe
John R. Lucas
Lucretius
Alasdair MacIntyre
Ruth Barcan Marcus
James Martineau
Storrs McCall
Hugh McCann
Colin McGinn
Michael McKenna
Brian McLaughlin
John McTaggart
Paul E. Meehl
Uwe Meixner
Alfred Mele
Trenton Merricks
John Stuart Mill
Dickinson Miller
G.E.Moore
Thomas Nagel
Friedrich Nietzsche
John Norton
P.H.Nowell-Smith
Robert Nozick
William of Ockham
Timothy O'Connor
Parmenides
David F. Pears
Charles Sanders Peirce
Derk Pereboom
Steven Pinker
Plato
Karl Popper
Porphyry
Huw Price
H.A.Prichard
Protagoras
Hilary Putnam
Willard van Orman Quine
Frank Ramsey
Ayn Rand
Michael Rea
Thomas Reid
Charles Renouvier
Nicholas Rescher
C.W.Rietdijk
Richard Rorty
Josiah Royce
Bertrand Russell
Paul Russell
Gilbert Ryle
Jean-Paul Sartre
Kenneth Sayre
T.M.Scanlon
Moritz Schlick
Arthur Schopenhauer
John Searle
Wilfrid Sellars
Alan Sidelle
Ted Sider
Henry Sidgwick
Walter Sinnott-Armstrong
J.J.C.Smart
Saul Smilansky
Michael Smith
Baruch Spinoza
L. Susan Stebbing
Isabelle Stengers
George F. Stout
Galen Strawson
Peter Strawson
Eleonore Stump
Francisco Suárez
Richard Taylor
Kevin Timpe
Mark Twain
Peter Unger
Peter van Inwagen
Manuel Vargas
John Venn
Kadri Vihvelin
Voltaire
G.H. von Wright
David Foster Wallace
R. Jay Wallace
W.G.Ward
Ted Warfield
Roy Weatherford
William Whewell
Alfred North Whitehead
David Widerker
David Wiggins
Bernard Williams
Timothy Williamson
Ludwig Wittgenstein
Susan Wolf

Scientists

Michael Arbib
Bernard Baars
Gregory Bateson
John S. Bell
Charles Bennett
Ludwig von Bertalanffy
Susan Blackmore
Margaret Boden
David Bohm
Niels Bohr
Ludwig Boltzmann
Emile Borel
Max Born
Satyendra Nath Bose
Walther Bothe
Hans Briegel
Leon Brillouin
Stephen Brush
Henry Thomas Buckle
S. H. Burbury
Donald Campbell
Anthony Cashmore
Eric Chaisson
Jean-Pierre Changeux
Arthur Holly Compton
John Conway
John Cramer
E. P. Culverwell
Charles Darwin
Terrence Deacon
Louis de Broglie
Max Delbrück
Abraham de Moivre
Paul Dirac
Hans Driesch
John Eccles
Arthur Stanley Eddington
Paul Ehrenfest
Albert Einstein
Hugh Everett, III
Franz Exner
Richard Feynman
R. A. Fisher
Joseph Fourier
Lila Gatlin
Michael Gazzaniga
GianCarlo Ghirardi
J. Willard Gibbs
Nicolas Gisin
Paul Glimcher
Thomas Gold
A.O.Gomes
Brian Goodwin
Joshua Greene
Jacques Hadamard
Patrick Haggard
Stuart Hameroff
Augustin Hamon
Sam Harris
Hyman Hartman
John-Dylan Haynes
Martin Heisenberg
Werner Heisenberg
John Herschel
Jesper Hoffmeyer
E. T. Jaynes
William Stanley Jevons
Roman Jakobson
Pascual Jordan
Ruth E. Kastner
Stuart Kauffman
Martin J. Klein
Simon Kochen
Stephen Kosslyn
Ladislav Kovàč
Rolf Landauer
Alfred Landé
Pierre-Simon Laplace
David Layzer
Benjamin Libet
Seth Lloyd
Hendrik Lorentz
Josef Loschmidt
Ernst Mach
Donald MacKay
Henry Margenau
James Clerk Maxwell
Ernst Mayr
Ulrich Mohrhoff
Jacques Monod
Emmy Noether
Abraham Pais
Howard Pattee
Wolfgang Pauli
Massimo Pauri
Roger Penrose
Steven Pinker
Colin Pittendrigh
Max Planck
Susan Pockett
Henri Poincaré
Daniel Pollen
Ilya Prigogine
Hans Primas
Adolphe Quételet
Juan Roederer
Jerome Rothstein
David Ruelle
Erwin Schrödinger
Aaron Schurger
Claude Shannon
David Shiang
Herbert Simon
Dean Keith Simonton
B. F. Skinner
Roger Sperry
John Stachel
Henry Stapp
Tom Stonier
Antoine Suarez
Leo Szilard
William Thomson (Kelvin)
Peter Tse
Vlatko Vedral
Heinz von Foerster
John von Neumann
John B. Watson
Daniel Wegner
Steven Weinberg
Paul A. Weiss
John Wheeler
Wilhelm Wien
Norbert Wiener
Eugene Wigner
E. O. Wilson
H. Dieter Zeh
Ernst Zermelo
Wojciech Zurek

Presentations

Biosemiotics
Free Will
Mental Causation
James Symposium
 
Epicurus - Epistula ad Menoeceum
(Letter to Menoeceus - English translation)

(121) Ἐπίκουρος Μενοικεῖ χαίρειν.

(122) Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢ μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴ παρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι. ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων· μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴπερ παρούσης μὲν αὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸ ταύτην ἔχειν

(123) Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶ μελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ’ εἶναι διαλαμβάνων. Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε. θεοὶ μὲν γὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ’ αὐτοὺς <ὁἱ> πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵους νομίζουσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν, (124) ἀλλ’ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων. οὐ γὰρ προλήψεις εἰσὶν ἀλλ’ ὑπολήψεις ψευδεῖς αἱ τῶν πολλῶν ὑπὲρ θεῶν ἀποφάσεις. ἔνθεν αἱ μέγισται βλάβαι† αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι. ταῖς γὰρ ἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίους ἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες.

Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸν θάνατον ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησις δέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆς θνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον, ἀλλὰ τὸν τῆς ἀθανασίας (125) ἀφελομένη πόθον. οὐθὲν γάρ ἐστιν ἐν τῷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών, ἀλλ’ ὅτι λυπεῖ μέλλων. ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ, προσδοκώμενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς, ἐπειδήπερ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν, ὅταν δὲ ὁ θάνατος παρῇ, τόθ’ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν, οἳ δ’ οὐκέτι εἰσίν. Ἀλλ’ οἱ πολλοὶ τὸν θάνατον ὁτὲ μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν, ὁτὲ δὲ ὡς ἀνάπαυσιν τῶν ἐν (126) τῷ ζῆν <κακῶν αἱροῦνται. ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν> οὔτε φοβεῖται τὸ μὴ ζῆν· οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν οὔτε δοξάζει κακὸν εἶναί τι τὸ μὴ ζῆν. ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται, οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται.

Ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν, τὸν δὲ γέροντα καλῶς καταστρέφειν, εὐήθης ἐστὶν οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν, ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην τοῦ καλῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνῄσκειν. πολὺ δὲ χείρων καὶ ὁ λέγων καλὸν μὲν μὴ φῦναι, φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.

(127) Εἰ μὲν γὰρ πεποιθὼς τοῦτό φησιν, πῶς οὐκ ἀπέρχεται ἐκ τοῦ ζῆν; ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτ’ ἐστίν, εἴπερ ἦν βεβουλευμένον αὐτῷ βεβαίως· εἰ δὲ μωκώμενος, μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις. Μνημονευτέον δὲ ὡς τὸ μέλλον <οὔτε πάντως ἡμέτερον> οὔτε πάντως οὐχ ἡμέτερον, ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον.

Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ (128) πρὸς αὐτὸ τὸ ζῆν. τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν <τῆς ψυχῆς> ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· <ὅταν δὲ μὴ ἀλγῶμεν,> οὐκέτι τῆς ἡδονῆς δεόμεθα.

Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι (129) τοῦ μακαρίως ζῆν. ταύτην γὰρ ἀγαθὸν πρῶτον καὶ συγγενικὸν ἔγνωμεν, καὶ ἀπὸ ταύτης καταρχόμεθα πάσης αἱρέσεως καὶ φυγῆς, καὶ ἐπὶ ταύτην καταντῶμεν ὡς κανόνι τῷ πάθει πᾶν ἀγαθὸν κρίνοντες. Καὶ ἐπεὶ πρῶτον ἀγαθὸν τοῦτο καὶ σύμφυτον, διὰ τοῦτο καὶ οὐ πᾶσαν ἡδονὴν αἱρούμεθα, ἀλλ’ ἔστιν ὅτε πολλὰς ἡδονὰς ὑπερβαίνομεν, ὅταν πλεῖον ἡμῖν τὸ δυσχερὲς ἐκ τούτων ἕπηται· καὶ πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν, ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας. πᾶσα οὖν ἡδονὴ διὰ τὸ φύσιν ἔχειν οἰκείαν ἀγαθόν, οὐ πᾶσα μέντοι αἱρετή· καθάπερ καὶ ἀλγηδὼν πᾶσα κακόν, οὐ πᾶσα δὲ ἀεὶ φευκτὴ πεφυκυῖα.

(130) τῇ μέντοι συμμετρήσει καὶ συμφερόντων καὶ ἀσυμφόρων βλέψει ταῦτα πάντα κρίνειν καθήκει. χρώμεθα γὰρ τῷ μὲν ἀγαθῷ κατά τινας χρόνους ὡς κακῷ, τῷ δὲ κακῷ τοὔμπαλιν ὡς ἀγαθῷ.

Καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν, οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα, ἀλλ’ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά, τοῖς ὀλίγοις ἀρκώμεθα, πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι, καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι, τὸ δὲ κενὸν δυσπόριστον, ὅτι τε λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν, (131) ὅταν ἅπαν τὸ ἀλγοῦν κατ’ ἔνδειαν ἐξαιρεθῇ, καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν, ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται. τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις κρεῖττον ἡμᾶς διατίθησι καὶ πρὸς τὴν τύχην ἀφόβους παρα- σκευάζει. Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν, οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν, ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμενοι νομίζουσιν, ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι (132) κατὰ ψυχήν· οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδ’ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδ’ ἰχθύων καὶ τῶν ἄλλων, ὅσα φέρει πολυτελὴς τράπεζα, τὸν ἡδὺν γεννᾷ βίον, ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέσεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων, ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος.

Τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις. διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις, ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί, διδάσκουσα ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως <οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως> ἄνευ τοῦ ἡδέως. συμπεφύκασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως, καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.

(133) Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος, καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος, τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς; τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων ἀγγέλλοντος * * (<λέγει ἐν ἄλλοις γίνεσθαι ἃ μὲν κατ’ ἀνάγκην>, ἃ δὲ ἀπὸ τύχης, ἃ δὲ παρ’ ἡμᾶς, διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι, τὴν δὲ τύχην ἄστατον ὁρᾶν, τὸ δὲ παρ’ ἡμᾶς ἀδέσποτον, ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν)— (134) ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτή- σεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην — τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων — οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται — οὔτε ἀβέβαιον αἰτίαν — <οὐκ> οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς (135) μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι — κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν — βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν <μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν> ὀρθωθῆναι διὰ ταύτην.

Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός <τε> τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ διαταραχθήσῃ, ζήσῃ δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.

Works of Epicurus

Letter to Herodotus

Letter to Pythocles

Principal Doctrines

For Teachers
For Scholars
Normal | Teacher | Scholar